Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.85.1 | Hdt. 5.86.3 (English) | >>Hdt. 5.87.2 |
5.86.1
Ἀθηναῖοι μὲν οὕτω γενέσθαι λέγουσι , Αἰγινῆται δὲ οὐ μιῇ νηὶ ἀπικέσθαι Ἀθηναίους · μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς , καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες , ἀπαμύνεσθαι ἂν εὐπετέως · ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην , αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι .
5.86.2 οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως , οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν , οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν .
5.86.3 Ἀθηναίους μέν νυν , ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο , ἀποβάντας ἀπὸ τῶν νεῶν τραπέσθαι πρὸς τὰ ἀγάλματα , οὐ δυναμένους δὲ ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν , ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , ἄλλῳ δὲ τεῷ · ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν , καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτω ἔχοντα .
5.86.4 Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν · σφέας δὲ Αἰγινῆται λέγουσι πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι , ἑτοίμους Ἀργείους ποιέεσθαι . τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην , καὶ ἥκειν βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν , ἅμα τε ἐν τούτῳ τὴν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.85.1 | Hdt. 5.86.3 (English) | >>Hdt. 5.87.2 |